Ancient Greek · ~2 min
Psalm 22
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 22.4
Not analysed yet
v. 4. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά. Λέγοις δ’ ἂν καὶ σκιὰν θανάτου τὸν φυσικόν τε καὶ κοινὸν θάνατον τῷ τῆς ψυχῆς θανάτῳ διαστελλόμενον· καθὸ λέλεκται ἡ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖν, ὡς ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθανεῖται εἰς τὸν αἰῶνα, μεταβεβηκὼς ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν· σκιὰν γὰρ οὐχ ὑπομένουσι θανάτου, ἢ κινδύνους, ἣ σώματος λύσιν.