Ancient Greek · ~3 min
Psalm 23
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 23.4
Not analysed yet
v. 4. Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν· ἐπῇρεν Μωϋσῆς τὰς χεῖρας, καὶ κατίσχυσεν ὁ Ἰσραὴλ, ὅτε δὲ καθῆκεν τὰς χεῖρας κατίσχυσεν ὁ Ἀμαλήκ. Καί· Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καί· Ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή. Εἴποιμι ἂν οὖν ὅτι αἱ χεῖρες ἡμῶν αἱ πράξεις ἡμῶν εἰσιν, αἱ κατὰ θεοσέβειαν· ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Θεὸν, καὶ νικῶμεν τὸν ἐχθρόν. Ὅταν δὲ ἡμῶν αἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπ’ ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν· οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ· ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ. BB. 637.