Ancient Greek · ~3 min
Psalm 23
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 23.10
Not analysed yet
v. 10. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος τῶν δυνάμεων. Εἰκότως ἡ Παντοκράτωρ φωνὴ τοῦ Σωτῆρος κατηγορηθείη· εἰ γὰρ πάντα δι’ αὐτοῦ γέγονεν, καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ τε προνοητικῶς τῶν δι’ αὐτοῦ πάντων γεγενημένων, καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται· αὐτοῦ γοῦν ἐστιν πρόσωπον λέγον ἐν Ζαχαρίᾳ· Οὕτως λέγει Κύριος Παντοκράτωρ· Ὀπίσω δόξης ἀπέστειλέ με, καὶ γνώσῃ ὅτι Κύριος Παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὑπὸ Παντοκράτορος ἀποστελλόμενος ὁ Υἱός ἐστιν, ὑπὸ Πατρὸς πεμπόμενος. Ἀριδηλότατα δὲ ἐν τῇ Ἰωάννου Ἀποκαλύψει, Παντοκράτωρ ὁ Σωτὴρ λέγεται. Τάδε γὰρ λέγει Κύριος, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινὸς, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος Κύριος, ὁ Θεὸς ὁ Παντοκράτωρ. Ἀναμφισβητήτως ταῦτα περὶ τοῦ Υἱοῦ εἴρηται.