Ancient Greek
Psalm 3
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 3.8
Not analysed yet
v. 8. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεὸς μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Ἑκάστῳ ὁ Θεὸς ἔχει τινὰ κατάστασιν· οἷς τισιν ἀνέστη, τοὺς καὶ σώζει· τοὺς δὲ ματαίως ἐχθραίνοντας πατάσσει. —Ματαίως ἐχθραινόντων τοιοῦτον δὲ τό· ἐμίσησάν με δωρεάν· ὁποῖοι δὲ οἱ συντριβόμενοι ὑπὸ Κυρίου τῶν ἁμαρτωλῶν ὀδόντες, τοιοῦτοι καὶ οὗτοι περὶ ὧν εἴρηται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.