Ancient Greek · ~7 min
Psalm 4
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 4.1
Not analysed yet
v. 1. Εἰς τὸ τέλος, ἐν ψαλμοῖς, δὴ τῷ Δαυίδ. Vati. p. 625, 2. Ὑπόθεσις. Πολλῶν ψαλμῶν κατὰ μὲν τοὺς Οʹ ἐχόντων ἐπιγραφὴν Εἰς τὸ τέλος, κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ Εἰς τὸ τέλος ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφ’ ὃ σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπιστήμην μετιὼν, οὕτως καὶ τῆς λογικῆς φύσεως δεῖ τέλος τυγχάνειν. Τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι, κατὰ τὰ εἰρημένα Παύλῳ τῷ σοφωτάτῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ἐπιστολῇ· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. —Ὅσον δὲ ἐν τῷ λέγειν· ἐν τῷ ἰδίῳ τάγματι, οὐχ ἓν τέλος ὑπογράφει πάντων· εἰκός γὰρ ἕκαστον κατὰ τὴν ἀξίαν τῶν πεπραγμένων ζωοποιηθήσεσθαι, ἤτοι χωρὶς βασάνου ἐπὶ τοῦτο ἐρχόμενον, ἢ μετὰ κολάσεις. Ζωοποιήσας δὲ Χριστός πάντας ἐν αὐτῷ τοὺς ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντας, βασιλεύει τῶν ζωοποιηθέντων. —Νομίζομεν τοίνυν τοὺς Εἰς τὸ τέλος ἐπιγεγραμμένους ψαλμοὺς, τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπ’ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν. —Παντὶ δὲ ἀγωνιζομένῳ τυγχάνει καὶ ἡ νίκη τέλος. Πολλαὶ μὲν οὖν αἱ τῶν κατὰ μέρος νῖκαι, καὶ τέλος, καθάπερ Παύλου ὅτε μὲν λέγοντος· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, ὅτε δέ· Τὸν ἀγῶνα τόν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.