Ancient Greek · ~1 min
4.5 to 4.6
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 4.5-6
Not analysed yet
v. 5. Ὀργιζεσθε, καὶ μὴ ἁμαρτάνετε. Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ, μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦν τὴν ὀργήν. v. 6. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς, προσφερομένη Θεῷ· ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς.