Ancient Greek
Psalm 4
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 4.7
Not analysed yet
v. 7. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Οἱ μὲν ἄγγελοι διὰ παντός βλέπουσι τὸ πρόσωπον τοῦ Θεοῦ· οἱ δὲ ἄνθρωποι, τὸ φῶς τοῦ πρόσωπου αὐτοῦ. Πρόσωπον γὰρ Κυρίου ἐστὶ θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων. Φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, εἴπερ κατὰ τὴν σοφὴν Θηκωϊτίδα· Ὥσπερ ἄγγελος Θεοῦ ἦν ὁ Δαυὶδ, πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς.