Ancient Greek · ~3 min
Psalm 4
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 4.8
Not analysed yet
v. 8. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου. Ἐπήγγελται δὲ ταῦτα πολλαχοῦ τῆς γραφῆς τοῖς ἁγίοις, καὶ ἀπειλεῖται τοῖς ἁμαρτωλοῖς τούτων ἡ στέρησις, δηλαδὴ τῶν νοητῶν καὶ οὐκ αἰσθητῶν. Κακὰ νομίσαντές τινες, διὰ τὴν σμικρότητα τῆς ἐπαγγελίας, ἑτέρῳ Θεῷ ὑπ’ αὐτῶν ἀναπεπλασμένῳ προσκύνειν ἠβουλήθησαν· τῶν γὰρ κρειττόνων μεταλαμβάνουσα, ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν. Καὶ εἰς τὸν αἰῶνα δὲ τὸν μέλλοντα ταῦτα Παῦλος εἰσγαγεν. Μήτις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας σαββάτων, ἃ ἐστι σκιὰ τῶν μελλόντων. —Σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρτωλούς· εὐφροσύνη δὲ Θεοῦ εὐφραίνει δικαίους.