Ancient Greek · ~3 min
Psalm 6
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 6.3
Not analysed yet
v. 2, 3. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· ἐλέησόν με, Κύριε· ὅτι ἀσθενής εἰμι, ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Vat. p. 626, 2. Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ’ ἐξοχὴν ἀμύνῃς. Λέγει οὖν· εἰ καὶ ἐξώτερον ὁ θυμὸς ἐλέγχει, καὶ ἡ ὀργὴ τάχιον παιδεύει, ἐγώ γε διὰ τὴν ἀσθένειάν μου δεόμαι τοῦ ἐλέους σου, καὶ δι’ ἄλλης ἐλεγχθῆναι θεραπείας, οὐ τηλικούτους προσαγούσης πόνους. Θέλει γὰρ καὶ μὴ θυμῷ Θεοῦ ἐλεγχθῆναι, καὶ μὴ παιδευθῆναι ἐν ὀργῇ αὐτοῦ, καὶ ἐλεηθῆναι, ἀσθενὴς ὢν, καὶ ἰαθῆναι ἀπὸ τῆς ταραχῆς τῶν ὀστέων καὶ τῆς ψυχῆς αὐτοῦ. —Σύμμαχος· ἐν χόλῳ, ἐν ἀνυπερθεσίᾳ.