Ancient Greek · ~3 min
6.6 to 6.11
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 6.6-11
Not analysed yet
v. 6. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. Vatic. p. 627, 1. Πᾶς ὁ μνημονεύων τῆς ζωῆς, τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ, οὐκ ἔστιν ἐν θανάτῳ. v. 7. Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου. Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχομένου. v. 11. Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου. Δαιμόνων τὸ διὰ παντὸς τὴν ἀνομίαν ἐργάζεσθαι, ἀνθρώπων τὸ μὴ διὰ παντὸς, ἀγγέλων τὸ μηδὲ διὰ παντὸς, μήτε μὴ διὰ παντὸς, ὅπερ ἐστὶν οὐδέποτε. —Ἀπὸ μοχθηρῶν διαβουλιῶν ἀποπεσεῖν, οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθηρὸν αὐτῶν τέλος, ὡς οὐ καλὸν τῶν κρειττόνων μὴ ἐπὶ τέλος ἐλθεῖν.