Ancient Greek · ~1 min
Psalm 8
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 8.3
Not analysed yet
v. 3. Ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ὠρ. Ὠς ἐχθρὸς μὲν ἡμᾶς ὁ Σατανᾶς ἁμαρτάνειν καταναγκάζει· ὡς δὲ ἐκδικητὴς, παραδιδομένους κολάζει. Ὑμέναιον οὖν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσεν, διὰ τὰς εἰς Θεὸν βλασφημίας.