Ancient Greek · ~7 min
Psalm 8
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 8.1
Not analysed yet
v. 1. Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Vatic. p. 467, 2. Κολαστικόν καὶ τιμωρητικόν. Εὐσεβίου. Ἐνταῦθα εἰς τὸ τέλος εἴρηται, διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων τετυχηκέναι τὰ ἐν τῷ παρόντι ψαλμῷ πεπροφητευμένα· ὑπὲρ δὲ τῶν ληνῶν διὰ τοὺς ἐν πάσῃ τῇ γῇ συστάντας λαοὺς, καὶ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἅσπερ ὁ λόγος ληνοὺς ἀλληγορικῶς ἀποκαλεῖν εἴωθεν· πάλαι μὲν οὖν, ὁπηνίκα εἷς ἦν ὁ λαός ὁ καλούμενος Ἰσραὴλ, ἀμπελὼν ἐχρημάτιζεν οὗτος. Καὶ ὁ νεὼς ὁ παρ’ αὐτοῖς πύργος, προλήνιόν τε τὸ πρὸ τοῦ νεὼ θυσιαστήριον, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν. Ἀλλὰ νῦν οὐ μιᾶς ληνοῦ, πλειόνων δὲ ληνῶν ὁ λόγος μνημονεύει, διὰ τὰ πολλὰ θυσιαστήρια τὰ καθ’ ὅλης τῆς γῆς διὰ Χριστοῦ ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνεστῶτα. Διό καὶ ἐν πγʹ ψαλμῷ, ὑπὲρ τῶν ληνῶν ἐπιγεγραμμένῳ καὶ αὐτῷ, πολλὰ θυσιαστήρια καὶ πλεῖστα σκηνώματα καὶ αὐλαὶ πολλαὶ θεσπίζονται· δι’ ὧν ἀντικρὺς τὰ καθ’ ὅλης τῆς γῆς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ἱδρυμένα θυσιαστήρια δηλοῦται· ὅθεν καὶ αὐτὸς ὑπὲρ τῶν ληνῶν τὴν προγραφὴν περιέχει. Ὠρ. Καὶ ὁ ὀγδοηκοστός ἐπιγέγραπται εἰς τὰ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ἀσὰφ, οὗ ἡ ἀρχή· Ἀγαλλιᾶσθε τῷ βοηθῷ ἡμῶν. Καὶ ἐν τῷ πγʹ ψαλμῷ τὴν Ὑπὲρ τῶν ληνῶν εὑρήσεις ἐπιγραφήν· πρός δὲ ταῦτα λάβωμεν τὰ περὶ Νῶε φυτεύοντος ἄμπελον· τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν· Δεσμεύων πρὸς ἄμπελον τόν πῶλον αὐτοῦ· καὶ τὴν Ἰσσάχαρ, ὃς ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὧμον εἰς τὸ ποιεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός. Καὶ μὲν Ὀζίας γεωργὸς ἦν, ἀμπελουργοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γύνη δὲ παντός δικαίου ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, ᾧ γίνεται οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ Ἐκκλησιαστής· Ἐφύτευσεν ἀμπελῶνας, ὤρυξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· Οἶνον δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.