Ancient Greek · ~2 min
Psalm 9
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 9.32
Not analysed yet
v. 30 32. Ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτὸν ἐν τῇ παγίδι αὐτοῦ· ταπεινώσει αὐτὸν, κύψει, καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. Καθάπερ λέων τῇδε κἀκεῖσε μεταφέρει τὸ ὄμμα, θήραν ἐπιζητῶν, οὕτως νύκτωρ καὶ μεθ’ ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας ἐπινοεῖ μηχανήν· ἀλλ’ ὅμῶς κύψει, καὶ πεσεῖται. Ἕλκει μὲν διὰ τοῦ λογισμοῦ, ἁρπάζει δὲ διὰ τῆς κατ’ ἐνεργίαν ἁμαρτίας.