Ancient Greek · ~2 min
9.33 to 9.36
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 9.33-36
Not analysed yet
v. 33. Μὴ ἐπιλάθῃ τῶν πενήτων. Εἰ ἐπελάθετο τῶν πενήτων ὁ Κύριος, ᾔδει τοὺς πένητας ὁ Κύριος. v. 34. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ ζητήσει. Ἀλλὰ κὰν μυριακὶς ἐκεῖνος ταῦτα λογίσηται, σὺ βλέπεις· τοῦτο γὰρ νοητέον. v. 36. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Ἁμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός. —Βραχίονα δὲ εἶπε τὴν πονηρὰ κατεργασαμένην ψυχήν. Ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας τὸ δὲ ἀπαλλαγῆναι τῶν ἁμαρτιῶν εὐεργεσία ἐστὶ τοῦ συντριβῆναί τινος βραχίονα· οὕτω καὶ ἐγὼ πείθομαι κολάζειν Θεῷ.