Ancient Greek · ~3 min
Psalm 9
Origen, Fragmenta in Psalmos 1-150 [Dub.] 9.38
Not analysed yet
v. 37, 38. Βασιλεύει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τόν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ· τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος. Δεῖ γὰρ τὸν Κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις οὗ ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων· δι’ ἦς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται ἡ δὲ γῆ τοῦ Κυρίου, ἡ θεωρία τῶν γεγονότων αἰώνων· ἡ δὲ βασιλεία, φαμὲν, τό· τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα ἂν παράσχῃ τὸ ἐπιθυμητὸν τῇ ἐπιθυμησάσῃ ψυχῇ.