Ancient Greek
Page 229
Origen, Homiliae in Exodum 229
Not analysed yet
μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν. ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν». Ἐὰν δὲ ἐπιστρέψῃ πορνεύουσα, λέγει περὶ αὐτῆς, ἣν ‹ὁ Θεὸς ἐκαθάρισε›, «σὺ μὴ κοίνου». Ἀντέχεται μὲν οὖν πάσης ψυχῆς, ἐξιοῦσα δὲ τῆς ἐκκλησίας αὐτὴ μᾶλλον δίδωσι τῷ νυμφίῳ ‹βιβλίον ἀποστασίου›· καὶ πρὸς αὐτήν· «ἐκπεπόρνευκάς» φησιν «ἐν ποιμέσι πολλοῖς καὶ πρὸς ἐμὲ ἀνέκαμπτες, λέγει Κύριος». Μετανοοῦσαν δὲ παραδεκτέον· ἐὰν δὲ πόρνῃ τις ἔτι τυγχανούσῃ κοινωνήσῃ, ὁράτω ὅτι «ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι». Πορνεύουσαν δὲ Θεὸς οὐκέτι ζηλοῖ· φησὶ γὰρ ἐν Ἰεζεκιὴλ πρὸς τὴν Ἱερουσαλήμ· «διὰ τοῦτο ὁ ζῆλός μου ἀπο-