Ancient Greek · ~2 min
Page 451
Origen, Homiliae in Ezechielem 451
Not analysed yet
νῦν δὲ διηγεῖται ‹τοῖς ἔχουσιν ὦτα› περὶ ‹τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς κατὰ ἀνατολάς›, περὶ ἧς γέγραπται ὅτι· «ἡ πύλη αὕτη κεκλεισμένη ἔσται». οὐ μόνον ‹ὅτι Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ διέρχεται διὰ τῆς πύλης, κέκλεισται›, ἀλλ' ὅτι καὶ ‹ὁ ἡγούμενος ἐπικάθηται ἐν ἐκείνῃ τῇ πύλῃ τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου κατὰ τὴν ὁδὸν Αἰλὰμ›, ὅπερ ἑρμηνεύεται πρόθυρον πύλης.