Ancient Greek
Chapter 14
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 14.1
Not analysed yet
Κεφ. ΙΔʹ, αʹ. Ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ. Vat. ibid. Καὶ σκιᾶς δίκην, παρελθὼν τὸν βίον, οὐδὲ μνημόσυνόν τι τοῖς ζῶσιν ἀφίησιν. Τὴν τῶν ἀνθρώπων πρόνοιαν ἐνταῦθα σαφηνίζει· οὐχ ὡς εἰκαίως καὶ ἔτυχεν ἐν τῷ βίῳ παραμένοντα, ἀλλ’ ἐκ ῥήσεως Θεοῦ, οὐχ ὑπερβαίνοντος τὸν παρ’ αὐτοῦ τεταγμένον βίον. Ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ’ ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέτροις ἕκαστα διαταξαμένου.