Ancient Greek
Chapter 15
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 15.8
Not analysed yet
Κεφ. ΙΕʹ, ζʹ, ηʹ. Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης; σύνταγμα Κυρίου ἀκήκοας; Vat. 782, 2. Ἀντὶ τοῦ· μὴ πρὸ πάντων ἀνθρώπων ὑπέστης, καὶ ἄχρι τοῦ νῦν διατείνας τὸν βίον, πλειόνων πραγμάτων πεῖραν ἔσχηκας παρὰ τοὺς ὁμοφυεῖς. —Θεοδωτίων· Ἵνα ἐστὶν ὁ ὑψηλὸς τόπος καὶ δύσβατος, ἤτοι ψαμμώδης. —Ὁ Ἐβραῖος· Συνελήφθης. —Θῖνας ἐκεῖ λέγει τοὺς βουνοὺς, ἵνα εἴπῃ, μὴ τὰ πρὸ τῆς κτίσεως ἐπίστασαι.