Ancient Greek
Chapter 2
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 2.9
Not analysed yet
Κεφ. Β, θʹ. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτὸ. Vat. 771, 2. Ὅρα τὸ κακοῦργον, ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τε τῷ Ἰώβ τὰ τῆς ἀσθενείας ἦν· αὐτός τε γὰρ ἀσθενέστερος γέγονε τῷ μήκει τοῦ χρόνου, καὶ ἡ ἐλπὶς μᾶλλον ἀπέγνωστο.