Ancient Greek
Chapter 7
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 7.1
Not analysed yet
Κεφ. Ζʹ, αʹ. Πότερον οὐχὶ πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; Vat. 775, 2, 776,1. Δίκην μισθωτοῦ, ἅπαντες περὶ τὴν ἑαυτῶν πονοῦνται ζωήν· ἄλλως γὰρ γεωργὸς συλλέγει τροφὴν, καὶ ἄλλως ὁ τὴν βάναυσον μετιὼν τέχνην, καὶ οἱ ἐν ἀξιώματι ἑτέρως. Ἔστι δὲ ὅλως οὐδεὶς, ὃς οὐ τῶν ἀναγκαίων φροντίζει.