Ancient Greek
Chapter 22
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 22.2
Not analysed yet
Κεφ. ΚΒʹ, βʹ. Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Vat. 780, 1. Ἴδωμεν τί φησιν ὁ Ἐλιφὰζ πρὸς τὸν δίκαιον· Πότερον κτλ. . . Τοῦτο τοῦ Ἰὼβ εἰρηκότος, συντρέχει τῷ λόγῳ καὶ ὁ Ἐλιφὰζ, καί φησιν· Οἶδα κἀγὼ ὅτι τοὺς λόγους, δι’ ὧν ὁ μέν τις ὢν ἀσεβὴς εὐθυνεῖται, ὁ δὲ κολάζεται, ὁ μόνος σοφὸς οἶδε Θεός· οἶδα δὲ καὶ τοῦτο ὅτι Θεὸς μὲν, ὡς καὶ αὐτὸς ἔφης, τῶν ἀγαθῶν ἐστι δοτήρ· ἡ δὲ κακία τὰς κολάσεις δίδωσιν. —Ὑγιὲς τὸ δόγμα. . . Ἐπιστήμη, ἡ περιοχὴ τῶν ὡσαύτως ἐγόντων θεωρία, σύνεσις δὲ ἡ διάκρισις.