Ancient Greek
Chapter 22
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 22.5
Not analysed yet
εʹ. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσιν αἱ ἁμαρτίαι; Vat. 789, 1. Εἰκότως οὖν φημὶ οὐχ ἁπλῶς γεγονέναι σε ἄδικον, ἐπεὶ πάσχεις τοιαῦτα, οἷα οὐδεὶς τῶν κακῶν, ἀλλ’ ἐν τούτοις γεγεννῆσθαι, δηλονότι πλείονα κακίαν [τῶν κακῶν] ὑπὲρ τοὺς ἄλλους ἐσχηκέναι. Κακία ἐστίν ἐν τῇ ψυχῇ κακὴ ἕξις, οἷον λύπης, ὀργῆς, καὶ ἐπιθυμία ἀπρεπής· ἁμαρτία δὲ ἡ ἐνέργεια· διὸ πρῶτον εἶπεν τὴν κακίαν, εἶτα τὴν ἁμαρτίαν, τὴν μὲν πολλὴν, τὰς δὲ ἀναριθμήτους. Πάνυ πολλοὺς ὁρῶ ἁμαρτωλοὺς, καὶ οὐδεὶς αὐτῶν τηλικούτοις περιπέπτωκεν οἶος σύ. Εἰκὸς γὰρ, διὰ τὸ ἀναρίθμητόν σου τῶν ἁμαρτημάτων καὶ τὸ πλῆθός σου τῶν πταισμάτων, ταῦτά σοι ἐπεληλυθέναι.