Ancient Greek
Chapter 29
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 29.13
Not analysed yet
ιγʹ. Εὐλογία ἀπολλυμένου ἐπʹ ἐμὲ ἔλθοι. Σευήρου, ἐκ τῆς πρὸς Ἰουλιανὴν διάκονον ἐπιστολῆς. Ὁ Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς, ἡ πρὸς τὸ τοῦ μαρτυρίου στάδιον τὸ σῶμα ἐκδιδόντων, ἢ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους, καὶ ταύτῃ δοκούντων ἑαυτοὺς ἀπολλύναι καὶ ἀποκτεῖναι τῷ στερίσκεσθαι τῆς βιωτικῆς ἀπολαύσεως· Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τοῦ οὖν οὕτως ἀπολλυμένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνῆν, καὶ εὑρίσκοντος τὴν ψυχὴν αὐτοῦ, ἡ εὐχὴ καὶ ἡ εὐλογία μεγάλη τίς ἐστιν, καὶ ταύτην εὔξαιτο ἄν τις τῶν εὐφρονούντων ἐπελθεῖν αὑτῷ, καὶ ἐμφρόνως ἐρεῖ τό· Εὐλογία κτλ.