Ancient Greek
29.15 to 29.18
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 29.15-18
Not analysed yet
ιεʹ· Ὁφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. Vat. 794, 2. Πρὸς δὲ νοῦν, τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφείλει τοὺς πεπηρωμένους τὴν ψυχὴν καὶ αὐτὸς αὐτῶν ἐγίνετο ὀφθαλμός· πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλευμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους· εἴληπται δὲ ὁ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας· ὁ δὲ ποὺς ἐπὶ τῆς ἐθικῆς. ιϛʹ. Ἐγὼ ἤμην πάτερ ἀδυνάτων. Ibid. Ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφελοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς. ιϛʹ. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. Ὁρᾶς τὴν προστασίαν· οὐ μέχρι χρημάτων, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης. ιζʹ. Συνέτριψα δὲ μύλας ἀδίκων. Ὅρα τὴν δυσχολίαν τοῦ πράγματος· καθὰ πόθεν, φησίν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα. Ἀληθῶς ὁ Χριστὸς ἐλθὼν, τὰς μύλας τῶν ἀντικειμένων ἐνεργειῶν συνέθλασε· τὰς μύλας τῶν λεόντων συνέτριψεν ὁ Κύριος, καὶ ἐν τῷ προφήτῃ γέγραπται· Ἐκ μέσου ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. ιηʹ. Εἶπα δέ· Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος. Ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος, οὐδὲ μεγαλοφρονῶν, ἀλλ’ ἀναγκαζόμενος εἰπεῖν τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ἐπὶ τίσιν ἀπέλαυεν αὐτοῦ, καὶ ἐν τίσιν ἐστὶ νῦν.