Ancient Greek
Chapter 38
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 38.5
Not analysed yet
Κεφ. ΛΗʹ, εʹ. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς; Vat. 803, 2. Ἠθέλησαν μὲν εἰπεῖν ἕλληνές τι περὶ τοῦ μέτρου τῆς γῆς· ἡ διάμετρος τῆς γῆς, φασὶν, εἰκόσι πέντε μυριάδων στάδια. Ἔοικε δ’ ὁ λόγος δεικνύναι, ὅτι ἄληπτόν ἐστι τὸ μέτρον τῆς γῆς παντί· μόνος δὲ ὁ Σωτὴρ οἶδεν αὐτὸ, ὁ καὶ δημιουργός. Μέτρα δὲ, καὶ οὐ μέτρον εἶπεν, ἵνα τὰς διαφορὰς τῆς γῆς παραστήσῃ. Μέτρον τί ἐστι τῆς τοιᾶσδε, φέρε εἰπεῖν, τῆς φερούσης τὰ ἀρώματα Ἀνατολῆς; μέτρον τῆς φερούσης τὸ πέπερ ἢ τὰ ζῶα; οὐ γὰρ πάντα πανταχοῦ γίνεται· ταῦτα οὖν τὰ μέτρα παρὰ τῷ Λόγῳ τοῦ Θεοῦ εἰσιν. —Ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴπερ ἀφῃρήθη, ὁμοίῳ τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον.