Ancient Greek
Chapter 38
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 38.6
Not analysed yet
ςʹ. Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς; Vat. ibid. Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς, ὅτι οὕτως ἕστηκεν ἑδραία, ὡσπερεὶ ἐπῳκοδόμησεν ἐπ’ ἀσφαλείᾳ βεβηκυίᾳ θεμελιώσεως; τῇ βουλήσει τοῦ Θεοῦ, ἐν τῇ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. Λίθον γωνιαῖον· τοῦτο δύναται καὶ εἰς τὸν Μονογενῆ τοῦ Θεοῦ ἰὸν, δι’ ἡμᾶς σαρκωθέντα, νοεῖσθαι· κατὰ τὸ ἐν ψαλμοῖς Λίθον, ὃν ἀπεδοκίμασαν, ἐγενήθη εἰς κεφαλὴν γωνίας. Εὐδοκίᾳ γὰρ τοῦ Πατρὸς ἐλθὼν ἐπὶ γῆς, συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίων τε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ ὁ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τείχους.