Ancient Greek
Chapter 39
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 39.34
Not analysed yet
λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα, οὐθὲν ὤν; Ibid. Τί ἔτι, φησὶν, ἐγὼ κρίνομαι, εἰς προοίμιον; καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. Ἥττημαι, φησὶ, παρὰ σοὶ τὸ δικαίωμα· τί ποῤῥωτέρω τὴν. δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι; πῶς δὲ χρὴ πρὸς τοιοῦτον ἀντοφθαλμεῖν δεσπότην; Ἐγὼ, φησὶ, διετέλουν, τὴν αἰτίαν τῆς γενομένης ἐπ’ ἐμὲ πληγῆς ζητῶν· εἰς δὲ δημιουργίαν οὐδὲν ἐνεκάλεσα, καὶ πρὸς τὰ λεχθέντα οὐδὲν ἔχω λέγειν. —Λείπει, ὡς οὐδ’ ἐλέγχων Κύριον, νουθετούμενος ὁ ἄθλιος.