Ancient Greek
Chapter 40
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 40.2
Not analysed yet
Κεφ. Μʹ, βʹ. Ἀλλὰ ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Vat. 805, 2. Οἱ γὰρ περιουσίᾳ δικαιωμάτων θαῤῥοῦντες, οὐδὲ φεύγοντες τοὺς ἀντιδίκους, ἀφίασιν, ὥστε ἐκ περιουσίας, γενέσθαι τὴν νίκην. Εἶτα αὐτῷ καὶ ἀπολογεῖται, ὅτι μέλει μοι περὶ τῶν ἀνθρώπων· δῆλον ἐκεῖθεν, τίνος δὴ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν. Δίδωμί σοι παῤῥησίαν, ἐγώ σε ἐρωτήσω, σὺ δέ μοι ἀπόκριναι.