Ancient Greek
Chapter 40
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 40.5
Not analysed yet
εʹ. Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. Ibid. Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τιμὴν, ἔνδυσον εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ’ αἰσχύνης ἀπέστρεψας τὰς αὐτοῦ φάλαγγας. ἁμαρτωλοὺς, Ἔλεγξον δεικνὺς αὐτοὺς ἁμαρτωλούς· πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί. —Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἢ πρὸς καὶ τὰ ἄλλα πάντα, ἢ καὶ πρὸς θεογνωσίαν. Ὅρα δὲ ὅσον τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν, καὶ οὐ λέγει ὅτι ταπεινὸς σὺ, ἀλλ’ ὅτι μέγας ἐγὼ, καὶ οὐ δύναται ἅπερ ἐγώ.