Ancient Greek
40.10 to 40.20
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 40.10-20
Not analysed yet
ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Ὡς ἀθλητὴς, μάνθανε τὰ περὶ τοῦ δράκοντος τοῦ ἀνταγωνίστου. —Παρὰ σοὶ οὖν, φησὶ, καὶ παρὰ παντὶ τῷ ὑπομονητικῷ τὰ θηρία ταῦτα ἐξημεροῦται καὶ ὑποτέτακται· ἔστι μέντοι κτλ. κʹ. Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; Δύνασαι οὖν, φησὶν, ὧ Ἰὼβ, ποιῆσαι ὅπερ ὁ Μονογενὴς ὕστερον εἰργάσατο; Ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλλόμενος διὰ τῶν οἰκείων ἥλων, ὡς δι’ ἀγκίστρων, ἰχθὺν ἤγρευσεν Λευιαθάν. Οὕτω γὰρ τὸ ἑβραϊκὸν ἔχει, καὶ σημαίνει τὸν δράκοντα.