Ancient Greek
Chapter 41
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 41.15
Not analysed yet
ιδʹ, ιεʹ, Οὐ σαλευθήσεται, ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. Vat. 807, 1. Ἀπελιθώθη, φησὶν, ἡ καρδία αὐτοῦ, καὶ οὐκ ἐλαθῆναι δύναται· ἀλλ’ ὅλος ἐστὶν ἀπεσκληκὼς καὶ ἰταμός· οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οὐκ εἴκει· ὁ δὲ σκληρός ἐστιν, ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ τοῦ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου δράκοντος αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν ἀκολουθῶν τῷ λόγῳ, τῷ χρυσοχοϊκῷ οὗτος εἴκει ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας αἰώνων. Ἀμήν.