Ancient Greek
Chapter 41
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 41.4
Not analysed yet
Κεφ. ΜΑʹ, δʹ. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; Τὸ πρόσωπον ἃ ἐνεδύσατο, τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ δεῖξαι ὅ τι ἔνδον δράκων ἐστί; Καὶ μετ’ ὀλίγα. Πρὸς τὴν μνήμην ἀνέδραμον τῶν ἱερῶν γραμμάτων, τούτῳ θεοπνεύστῳ βιβλίῳ τοῦ Ἰὼβ ἐγκειμένων, καὶ ὡς ἐν σωματικῇ διαπλάσει τὸ λίαν ἀνειδὲς καὶ ποικίλον κεκρυμμένον τῶν ἐπινοιῶν καὶ τῆς τῶν ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπογράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχεκάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; —Καὶ ἐπείπερ ἔριζε τῆς ἔξωθεν φαινομένης ταύτης ποικιλίας, ὡς ἔκ τινος βάθους τῆς ἀφανοῦς κακίας ἀνίσχουσι, ἐπενήνεκται τοῖς εἰρημένοις καὶ ταῦτα· Τις ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, τουτέστι τίς ἱκανὸς εἰσελθεῖν εἰς τὰ νοήματα τῆς καρδίας αὐτοῦ, διότι συνεπτυγμένα τυγχάνουσι;