Ancient Greek
Chapter 42
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 42.16
Not analysed yet
ιςʹ. Ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησεν διακόσια τεσσαράκοντα Alex. addit. ὀκτώ]. Vat. 808, 2. Πῶς νοεῖται ὁ Ἰὼβ ζήσας μετὰ τὴν πληγὴν, ἔτη ροʹ, τῶν πάντων ὄντων τῆς ζωῆς αὐτοῦ ἐτῶν σμηʹ; Φαμὲν τοίνυν λεπτολογοῦντες, ὅτι πάντα τὰ ἀγαθὰ διπλᾶ ἀπολαβὼν, ἐὰν καὶ τὰ τῆς προτέρας εὐημερίας ἔτη διπλᾶ ἀπείληπται, οὕτως ἀριθμῆσαι προσήκει. Ἔζησεν ἐν τῇ προτέρᾳ εὐθηνίᾳ ἔτη οζʹ, καὶ ἀφ’ οὗ τὴν πληγὴν ἐδέξατο, ἔμεινεν ἐν τῇ κακοπαθείᾳ ἔτη ιδʹ. Οὕτως νοητέον τὸ μετὰ τὴν πληγὴν, οὐκ ἀφ’ οὗ ἡ πληγὴ ἐπαύσατο, ἀλλ’ ἀφ’ οὗ ἤρξατο· μετὰ δὲ τὰ τέσσαρα καὶ δέκα ἔτη, χρόνον τῆς νόσου, ἔζησεν ἕτερα ρνςʹ· τῶν γὰρ τῆς προτέρας εὐημερίας οηʹ ἐτῶν τυγχανόντων, ὁ διπλοῦς χρόνος τῆς ὕστερον εὐπραγίας ρνςʹ ἔτη συνάγει· προτιθεμένων δὲ καὶ τῶν ιδʹ ἐτῶν τῆς πληγῆς, συνάγονται ἔτη ροʹ, καὶ οὕτως εὑρίσκεται ζήσας, μετὰ τὴν πληγὴν, τουτέστιν ἀφ’ οὗ ἡ πληγὴ ἐνήνεκται, ἔτη ροʹ κατὰ τὴν γραφήν. Σώζεται δὲ οὕτω καὶ ἡ διπλασίων τῆς εὐθηνίας ἀνταπόδοσις. Συνελὼν τοίνυν, ἀριθμήσεις οὕτως· ἔζησεν ἐν πλούτῳ καὶ εὐπαιδίᾳ ἔτη οηʹ· ἐν τῇ πάντων ἀποβολῇ καὶ τῇ κακίᾳ τοῦ σώματος ἔτη ιδʹ· ἐν τῇ δευτέρᾳ εὐπραγίᾳ ἔτη ρνζʹ, ὡς εἶναι τὸν πάντα τῆς ζωῆς αὐτοῦ χρόνον, ἔτη σμηʹ, καθά φησιν ἡ κατ’ αὐτὸν ἱερὰ βίβλος.