Ancient Greek
Chapter 42
Origen, Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.) 42.17
Not analysed yet
ιζʹ. Καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πληρὴς ἡμερῶν. Γέγραπται δὲ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν. Vat. 808, 2. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἐβραϊκῷ ἀκολουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον. Γέγραπται δὲ πάλιν ἀναστήσεσθαι αὐτὸν, μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν, τῶν δικαίων δηλονότι· οἱ γὰρ ἀσεβεῖς, φησὶν, οὐκ ἀναστήσονται ἐν κρίσει, οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. Καὶ ταῦτα δὲ ῥήματα δεχόμεθα, εἰ καὶ μὴ ὡς τοῦ παντὸς ὕφους ὄντα, ἀλλά γε ὥς τινος τῶν ἁγίων αὐτὰ συνυφήναντος τῇ βίβλῳ· πλὴν ὅμως πάντα δεχόμεθα, οὕτως ἐκ τῶν πατέρων τὸ βιβλίον παρειληφότες.