Ancient Greek · ~5 min
ΚΕΦ. ΙΘ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 1-2
Not analysed yet
(36) Στίχ. α´. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασιν, κάμνειν ποιεῖν τὰ βαστάζοντα· οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις κάμνει. Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς (37), ἢ ἐπὶ λοιδορίας εἰρημένων ὑπὸ τῶν ἅλλων δύο μετὰ Βαλδὰὁ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις (38) βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφʼ οἶς εἰρήκασιν· Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; —Καὶ μετʼ ὀλίγον· Ὁρᾷς ὡς προγέγραπται ὁ Σαυχαίων τύραννος. Τυραννικοὶ αὐτοῦ εἰσιν οἱ λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέγει· Ἕω τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου; Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός. Πολλάκις ὑπομείνας τὰς βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλʼ ὑπομένει τοὺς χαλεποὺς λόγους. Ὕβριν γὰρ ὑπομένειν μεγάλου ἀνδρός ἐστιν. Διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν. Ὡσπερ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καὶ μετʼ ὀλίγον φησὶν εἷτα, διὰ τὸ, Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὁρᾷς; Ἰὼβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν. Ἀλλʼ ὅμως αἰσθάνεται τῶν καμάτων, ὦν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι.