Ancient Greek · ~2 min
ΚΕΦ. ΙΘ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 3
Not analysed yet
(39) Στίχ. γ´. Γνῶτε μόνον, ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως. Ἅ βλέπετε περὶ ἐμὲ, μὴ νομίσητε ἄλλοθεν ἐληλυθέναι μοι ἢ ἀπὸ τοῦ Θεοῦ. Φοβήθητε τοίνυν. Ὁ γὰρ ἐμοὶ ταῦτα ἐπάγων δύναται καὶ ὑμῖν ἐπαγαγεῖν. Στίχ. γ´. Καταλαλεῖτέ μου· οὐκ αἰσ χυνόμενοί με, ἐπίκεισθέ μοι. (40) Πολλάκις καὶ καταλαλεῖ τις κακῶς ποιῶν. Ὅτε ἃν δὲ οὐκ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλʼ ὀνειδίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρουμένοις ἐπεμβαίνειν οὐ χρὴ, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι.