Ancient Greek · ~2 min
ΚΕΦ. ΛΕ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 10-5
Not analysed yet
Στίχ. ι΄. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. (31) Ἐγκώμια τοῦ Θεοῦ, καὶ αἴνους καὶ ὕμνους αὐτοῦ διεξέρχεται. Ὁ κατατάσσων φυλακὰς νυκτορινὰς, αὐτὸς ὁ Θεός ἐστι. (32) Θέλω ἰδεῖν, πῶς κατατάσσων ἐστὶν ὁ Θεὸς φυλακὰς νυκτερινάς. Ὅλως ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι. Ὅ βλέπεις νῦν φῶς, διʼ ἐσόπτρου βλέπεις· Καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Μέλλομέν ποτε βλέπειν αὐτό, Οὐκοῦν νύξ ἐστιπἄς ὁ αἰών· ἐπεὶ νύξ ἐστι, πόλεμοι (33) πολλοὶ, πολλὰ θηρία περιέρχεται.