Ancient Greek · ~2 min
ΚΕΦ. ΛΕ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 11-6
Not analysed yet
Στίχ. ια΄. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. (34) Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων γῆς. Ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε. Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων τῆς γῆς· ἀλλὰ λέγεταί σοι· Μὴ γένεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σὺνεσιις. —Καὶ μετʼ ὀλίγα· Ἐὰν ᾗς ἁμαρτωλὸς, ἐὰν ᾖς πόρνος, ἐὰν καταφερὴς, οὐ διορισθήσῃ ἀπὸ τῶν τετραπόδων. Ἵπποι θηλυμανεῖς ἐγεννήθησαν. Διὰ τοῦτο θαρρῶν λέγει, ὅτι ἐχωρίσθη· Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς.