Ancient Greek · ~2 min
ΚΕΡ. Μ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 10-6
Not analysed yet
Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἶσα βουσὶν ἐσθίει. Θηρία αἱ ἀντικείμεναι δυνάμεις εἰσὶ, περὶ ὧν ηὔξατο ὀ Προφήτης λέγων· Μὴ παραδῷς τοῖς θηρίοις τὴν ψυχὴν ἐξομολογουμένην σοι. Θηρία εἰσὶν αἱ ἀντικείμεναι δυνάμεις, ὧν εἴληφας, ὦ ἄνθρωπε, τὴν ἐξουσίαν. Ἐὰν Θεῷ δουλεύσῃς, ἐπʼ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ. Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Τοῦ αὐτοῦ. Παρὰ σοὶ τῷ Ἰὼβ, παρὰ παντὶ ὑπομνηστικῷ, παρὰ παντὶ τῷ νενικηκότι. Στίχ. ι΄. Χόρτον ἶσα θουσὶν ἐσαίει. Τοὺς σκώληκας λέγει, τοὺς ἐξ αὐτοῦ αὐτὸν κατεσθίοντας. Συντέλεια γὰρ, φησὶ, τὴν χεῖρά μου ὑπὸ σοῦ· καὶ ἰδοὺ ὡς χόρτος (38) κατεσθίει.