Ancient Greek · ~2 min
ΚΕΡ. Μ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 11-7
Not analysed yet
Στίχ. ια΄. Ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός. (39) Αὕτη πρώτη δύναμις κατὰ τοῦ ἀνδρός. Πόρνον ποιεῖν ἐντεῦθεν ἄρχεται. Τοῦ αὐτοῦ. Ἵνα τὸ θῆλυ σημάνῃ, ἵνα δείξῃ, ὅτι στρατεύεται οὐ μόνον κατὰ τῶν ἐχόντων τὰ σπέρματα. Πάνυ δὲ εὐπρεπέστατα ὠνόμασεν ὀσφὺν ἐπὶ ἄῤῥενος, καὶ ὀμφαλὸν γαστρὸς ἐπὶ γυναικός· Ἰδοὺ δὲ ἡ ἰσχὺς ὀσφὺς αὐτοῦ ἐν ἰσχύϊ· ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός.