Ancient Greek · ~4 min
ΚΕΡ. ΜΑ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 10-7
Not analysed yet
Στίχ. ι΄ Ἐκ στόματος αὐτοῦ. Αἱ βλασφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων. Στίχ. ι΄. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. (46) Οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς κυρίως ἂν εἶναι μέλη τοῦ δράκοντος· καὶ τῶν μελῶν τοῦ δράκοντος ὀνόματα εἰ θέλεις ἀκοῦσαι, ποῖοί εἰσιν οὗτοι; Τὸ στόμα τοῦ δράκοντος εἴη δʼ ἄν τι καὶ τροπικῶς νοούμενον, καὶ παρὰ τοῦτο ὅθεν οἱ λόγοι οἱ ἀπολλύντες. Ὅτι ἐκ στόματος αὐτοῦ ἐσχάραι ἀπολλύονται πυρός. Εἴ ποτε ἤκουσα τοῦ κατηγοροῦντος λόγου, προφάσει Χριστιανισμοῦ, κατηγοροῦντος τοῦ Δημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, πρεσβεύοντος τὰ Οὐαλεντίνου, καὶ τὰ Βασιλείδου· ὄτʼ ἂν κακῶς λέγωσιν τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅτ’ ἄν λέγωσιν αὐτὸν μὴ εἶναι, μηδὲ πνευματικῆς οὐσίας, ὁποῖά φασιν οὗτοι· ὅψῃ, ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. Διὰ τοῦτο ἡμεῖς, εἰδότες, τηρῶμεν ἑαυτοὺς, μήποτε ἐπεῖναι αἱ λαμπάδες ἡμᾶς καύσωσι, μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται.