Ancient Greek · ~2 min
13 to 14
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 13-5-14
Not analysed yet
Στίχ. ιγ΄. Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις. Ἔστι τις δύναμις πονηρά. Ἀλλʼ ἡ ἀσθένεια, ἤν ἀνέλαβε διʼ ἐμὲ ὁ Σωτήρ μου καὶ Κύριος, ἥτις λέγεται ἀσθένεια Θεοῦ, ἐνίκησεν ἐκείνου τὴν δύναμιν. Τὸ γὰρ ἀσθενές τοῦ Θεοῦ, ὁ μὲν Ἀπόστολος λέγει, ἰσχυρότερον τῶν ἀνθρώπων· ἐγὼ δὲ ἂν εἴποιμι ἰσχυρότερον τῆς δυνάμεως τοῦ δράκοντος. Στίχ. ιδ΄. Σάρκες δέ σώματος αὐτοῦ κεκόλληνται. Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται. Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρʼ ἐκείνῳ πολλά ἐστιν· ἢ ἕν δοκοῦντα κεκολλῆσθαι, διὰ τοῦ λέγοντος κεκόλληνται, οὐχ ἥνωνται.