Ancient Greek · ~2 min
ΚΕΦ. ΜΒ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 10-8
Not analysed yet
Στίχ. ι΄. Ἔδωκεν δέ ὁ Κόριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν Ἰῶβ εἰς διπλασιασμόν. (49) Ὁ γενναῖος ἀθλητὴς, καὶ πάντα πειρασμὸν ὑποστὰς, ἀνδρειότατος Ἰὼβ, ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ, ὡς ἡ Γραφή φησιν· Πάντα διπλᾶ παρὰ τὰ πρότερα. Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς ἆθλα δίδωσιν οὐχὶ διπλασίονα, ἀλλʼ ἑκατονταπλασίονα. Φησὶν γάρ· Ὅς ἐὰν καταλείπῃ πατέρα ἢ μητέρα, οἰκίαν, άδελφοὺς, ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἢ ἕνεκεν τοῦ Εὐαγγελίου, ὡς ἐν. τῷ κατὰ Μάρκον γέγραπται, ἐκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώναον κληρονομήσει. Οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.