Ancient Greek · ~2 min
ΚΕΡ. ΜΑ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 15-3
Not analysed yet
Στίχ. ιε΄. Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἔστηκε δέ ὥσπερ ἄκμων ἀνήλατος. Οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οἰκεῖοι (47) δὲ σκληρός ἐστιν ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου τοῦ δράκοντος, αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον, καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν, ἀκολουθῶν τῷ λόγῳ χρυσοκῷ (48)· οὕτως εἴκει, ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.