Ancient Greek · ~3 min
ΚΕΦ. ΚΒ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 11-3
Not analysed yet
Στίχ. ια´. Τὸ φῶς σοι σκότος ἀπέβη. Ἐν φωτὶ ἦς, ὅτε τὰ ὑπάρχοντά σοι ἦν, ὅτε τὰ τέκνα σου περιῆν, ὅτε ὑγίαινέ σου τὸ σῶμα. Νῦν δὲ οἷον εἰς σκότος καταβέβηκας, εἰς τὰς περιστάσεις ταύτας. (82) Εἰς τὸ αὐτό. Τουτέστιν ἐν ἐρημίᾳ, καὶ αἴθριος, ἀλήτης, καὶ φυγὰς, καὶ ἀνέστιος. (83) Στίχ. ια´. Κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. Τὸ, κοιμηθέντα σε ὕδωρ ἐκάλυψεν, τοιοῦτόν ἐστιν· Ἐκάλυψέ σε ἡ ἀντικειμένη ἐνέργεια. Ἐπεὶ οὐκ ἐγρηγόρεις, ἐπεὶ οὐχ ὕπνωσας. Οἶδε δὲ ἡ Γραφὴ ὕπνον τινὰ ἁμαρτίας. Διὸ ἐντέταλται ἡμῖν λέγουσα· Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμόν τοῖς βλεφάροις, ἵνα ζήση ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερρ ὄρνεον ἐκ παγίδος.