Ancient Greek · ~2 min
ΚΕΦ. ΚΒ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 12-3
Not analysed yet
(84) Στίχ. ιβ´. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾶ; Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν Θεός. Οἷα τοίνυν πάντα ἐφορῶν, τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως ἐπηρμένους τὸ φρόνημα καταφέρει. (85) Στίχ. ιβ´. Τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν. Εἴ τις φέρεται ὕβρει, καὶ οἱονεὶ κατασύρεται ὑπὸ ὗβριστικῆς ἕξεως καὶ πράξεως, οὗτος ταπεινοῦται ὑπὸ τοῦ Θεοῦ. Εἰκὸς οὖν, ἐπεὶ καὶ σὺ ὕβρισας χήρας καὶ ὀρφανοὺς, καὶ ἠνεχύρασας διακενῆς τοὺς ἀδελφούς σου· διὰ τοῦτο ταῦτα πέπονθας, καὶ τεταπείνωσαι.