Ancient Greek · ~2 min
ΚΕΦ. ΚΑ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 12-2
Not analysed yet
Στίχ. ιβ´. Ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν. Οἱ ἡμέτεροι ἀναλαμβάνουσι ψαλτήριον καὶ κιθάραν, ὑμνοῦντες τὸν Θεὸν, καὶ δοξολογοῦντες αὐτόν. Ἐκείνων δὲ τὰ παιδία, οἱ ἀνόητοι ἐν αὑτοῖς, προσπαίζουσιν, ἀναλαμβάνοντες ψαλτήριον καὶ κιθόραν. Ὅτ᾿ ἂν ἀναλάβωσι τοὺς λόγους τῆς Παλαιᾶς Διαθήκης, προσπαίζουσι, καὶ γελῶσι τὰ λόγια τοῦ νόμου καὶ τῶν προφητῶν. Ἀναλαμβάνοντες τὰ ἐναρμόνια, ψαλτήριον τὸ τοῦ νόμου, κιθάραν τὴν προφητικὴν, προσπαίζουσιν αὐτοῖς. Στίχ. ιβ´. Καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. Καὶ αὐτοὶ λέγουσιν ψαλμοὺς Οὐαλεντίνου, καὶ λέγουσιν ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ.