Ancient Greek · ~1 min
ΚΕΦ. ΚΑ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 13-3
Not analysed yet
Στίχ. ιγ´. Ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. Ἐν δὲ ἀναπαύσει οὐκ οὐρανοῦ, ἀλλʼ ᾅδου ἐκοιμήθησαν. Ἡμεῖς δὲ εὐχόμεθα οὐκ ἐν ἀναπαύσει ᾅδου κοιμηθῆναι, ἀλλʼ ἐν ἀναπαύσει Θεοῦ ἐν τοῖς οὐρανοῖς τοῖς ἁγίοις μετὰ Χριστοῦ βασιλεύοντος ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.