Ancient Greek · ~2 min
12 to 16
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 12-4-16
Not analysed yet
Στίχ. ιβ´. Ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης; Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρίᾳ· σύνεσις δὲ ἡ διάκρισις. (6) Στίχ. ιε´. Καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμο αὐτῆς. Οὐδὲν ἀντάξιόν ἐστιν τῆς σοφίας. Ἐὰν ἁπλούστερον νοῇς τὸ ἀργύριον καὶ τὸ χρυσίον, εὐθέως ἐρεῖ Ἰὼβ, ὅτι οὐδὲν ἄξιόν ἐστι τῆς σοφίας. Στίχ. ις´. Ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ. Οὐδὲ ὄνυχι τιμίῳ ἡ σοφία παραβληθήσεται· ἀλλʼ οὐδὲ ἐν σαπφείρῳ ἰσωθήσεται αὕτη.